Παρασκευή 19 Μαΐου 2017

Το Ευαγγελικό ανάγνωσμα της ημέρας


Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Ε΄ ΕΒΔΟΜΑΔΟΣ 
Ἐκ τοῦ κατὰ Ἰωάννην 
ι΄ 17 – 28 
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους·διὰ τοῦτό ὁ πατὴρ με ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου. Σχίσμα οὖν πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν· Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; ἄλλοι ἔλεγον· Ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοῖγειν; Ἐγένετο δὲ τὰ ἐγκαίνια ἐν τοῖς Ἱεροσολύμοις, καὶ χειμὼν ἦν· καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ τοῦ Σολομῶντος. ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· ἀλλ' ὑμεῖς οὐ πιστεύετε· οὐ γάρ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν, καθὼς εἶπον ὑμῖν. τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς. 

Νεοελληνική απόδοση:
Διὰ τοῦτο ὁ Πατέρας μὲ ἀγαπᾶ, διότι θυσιάζω τὴν ζωήν μου, διὰ νὰ τὴν πάρω πάλιν. Κανεὶς δὲν μοῦ τὴν ἀφαιρεῖ, ἀλλὰ ἐγὼ οἰκειοθελῶς τὴν θυσιάζω· ἔχω ἐξουσίαν νὰ τὴν θυσιάσω καὶ ἔχω ἐξουσίαν πάλιν νὰ τὴν πάρω. Αὐτὴν τὴν ἐντολὴν ἔλαβα ἀπὸ τὸν Πατέρα μου». Ἔγινε τότε πάλι διχασμὸς μεταξὺ τῶν Ἰουδαίων ἐξ ἀφορμῆς τῶν λόγων αὐτῶν. Πολλοὶ ἀπὸ αὐτοὺς ἔλεγαν, «Ἔχει δαινόνιον καὶ εἶναι ἔξω φρενῶν, τί τὸν ἀκοῦτε;». Ἄλλοι ἔλεγαν, «Αὐτὰ δὲν εἶναι λόγια δαιμονισμένου. Μήπως μπορεῖ δαιμόνιον νὰ ἀνοίξῃ τὰ μάτια τυφλῶν;». Ἑωρτάζετο τότε ἡ ἑορτὴ τῶν ἐγκαινίων εἰς τὰ Ἱεροσόλυμα, καὶ ἦτο χειμώνας· καὶ ὁ Ἰησοῦς περπατοῦσε εἰς τὸν ναόν, εἰς τὴν στοὰν τοῦ Σολομῶντος. Τότε τὸν ἐκύκλωσαν οἱ Ἰουδαῖοι καὶ τοῦ ἔλεγαν, «Ἕως πότε θὰ μᾶς κρατᾷς σὲ ἀμφιβολίαν; Ἐὰν ἐσὺ εἶσαι ὁ Χριστός, νὰ μᾶς τὸ πῇς δημοσίᾳ». Ὁ Ἰησοῦς τοὺς ἀπεκρίθη, «Σᾶς τὸ εἶπα ἀλλὰ δὲν πιστεύετε. Τὰ ἔργα, τὰ ὁποῖα ἐγὼ κάνω εἰς τὸ ὄνομα τοῦ Πατέρα μου, αὐτὰ μαρτυροῦν δι’ ἐμέ. Ἀλλὰ σεῖς δὲν πιστεύετε, διότι, ὅπως σᾶς εἶπα, δὲν εἶσθε ἀπὸ τὰ δικά μου πρόβατα. Τὰ δικά μου πρόβατα ἀκοῦνε τὴν φωνήν μου καὶ ἐγὼ τὰ ξέρω καὶ μὲ ἀκολουθοῦν· Τοὺς δίνω ζωὴν αἰώνιον καὶ δὲν θὰ χαθοῦν ποτέ· κανεὶς δὲν θὰ τὰ ἁρπάξῃ ἀπὸ τὸ χέρι μου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου