Δευτέρα 16 Οκτωβρίου 2017

Το Ευαγγελικό ανάγνωσμα της ημέρας


Τοῦ Ἁγίου Μάρτυρος Λογγίνου τοῦ Ἑκατοντάρχου τοῦ φρουρήσαντος 
ἐπί τοῦ Σταυροῦ καί ἐν τῷ τάφῳ τόν Κύριον. 
ΕΥΑΓΓΕΛΙΟΝ ΕΒΔΟΜΟΝ ΠΑΘΩΝ 
Ἐκ τοῦ κατὰ Ματθαῖον 
κζ΄ 33 - 54 
Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντες οἱ στρατιῶται εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι λεγόμενος κρανίου τόπος, ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν. σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλοντες κλῆρον, καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεῦς τῶν Ἰουδαίων. Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ' αὐτῷ· πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός. τὸ δ' αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτόν. Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· Ἠλὶ ἠλὶ, λιμᾶ σαβαχθανί; τοῦτ' ἔστι Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες; τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. οἱ δὲ λοιποὶ ἔλεγον· Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν. ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα. Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν, καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, καὶ ἐξελθόντες ἐκ τῶν μνημείων, μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ' αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· Ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος. 

Νεοελληνική απόδοση:
Καὶ ὅταν ἦλθαν εἰς ἕνα τόπον, ποὺ ὠνομάζετο Γολγοθᾶ, τὸ ὁποῖον σημαίνει τόπος Κρανίου, τοῦ ἔδωκαν νὰ πιῇ κρασὶ ἀνακατεμένο μὲ χολήν, ἀλλ’ ὅταν τὸ ἐγεύθηκε δὲν ἤθελε νὰ πιῇ. Ἀφοῦ τὸν ἐσταύρωσαν, ἐμοίρασαν μὲ κλῆρον τὰ ἐνδύματά του καὶ ἐκάθησαν καὶ τὸν ἐφύλατταν ἐκεῖ. Ἐπάνω δὲ ἀπὸ τὸ κεφάλι του ἔβαλαν γραπτὴν τὴν κατηγορίαν τοῦ θανάτου: Αὐτὸς εἶναι ὁ Ἰησοῦς, ὁ βασιλεὺς τῶν Ἰουδαίων. Τότε σταυρώνονται μαζὶ μὲ αὐτὸν δύο λησταί, ὁ ἕνας ἀπὸ τὰ δεξιὰ καὶ ὁ ἄλλος ἀπὸ τὰ ἀριστερά. Ὅσοι δὲ ἐβάδιζαν πλησίον, τὸν ἐβλασφημοῦσαν καὶ ἐκινοῦσαν τὰ κεφάλια τους καὶ ἔλεγαν, «Σὺ ποὺ θὰ ἐγκρέμιζες τὸν ναὸν καὶ σὲ τρεῖς ἡμέρες θὰ τὸν ἀνοικοδομοῦσες, σῶσε τὸν ἑαυτόν σου. Ἐὰν εἶσαι Υἱὸς τοῦ Θεοῦ, κατέβα ἀπὸ τὸν σταυρόν». Ἐπίσης καὶ οἱ ἀρχιερεῖς, μαζὶ μὲ τοὺς γραμματεῖς καὶ τοὺς πρεσβυτέρους, ἔλεγαν, «Ἄλλους ἔσωσε, τὸν ἑαυτόν του δὲν μπορῇ νὰ τὸν σώσῃ. Ἐὰν εἶναι βασιλεὺς τοῦ Ἰσραήλ, ἂς κατεβῇ τῶρα ἀπὸ τὸν σταυρὸν καὶ θὰ πιστέψωμε σ’ αὐτόν. Ἔχει πεποίθησιν εἰς τὸν Θεόν, ἂς τὸν σώσῃ τώρα, ἐὰν τὸ θέλῃ· διότι εἶπε, «Εἶμαι Υἱὸς τοῦ Θεοῦ». Τὸ ἴδιο καὶ οἱ λησταί, ποὺ εἶχαν σταυρωθῆ μαζί του, τὸν εἰρωνεύοντο. Ἀπὸ τὴν ἕκτην ὥραν ἔγινε σκοτάδι εἰς ὅλην τὴν γῆν μέχρι τῆς ἐνάτης ὥρας. Κατὰ τὴν ἐνάτην δὲ περίπου ὥραν ἐφώναξεν ὁ Ἰησοῦς μὲ δυνατὴ φωνή, καὶ εἶπε, «Ἠλί, Ἠλί, λαμὰ σαβαχθανί;», τὸ ὁποῖον σημαίνει: Θεέ μου, Θεέ μου, διατὶ μὲ ἐγκατέλειπες; Μερικοὶ ἀπὸ ἐκείνους ποὺ ἦσαν ἐκεῖ, ὅταν τὸ ἄκουσαν, εἶπαν, «Τὸν Ἠλίαν φωνάζει». Καὶ ἀμέσως ἕνας ἀπὸ αὐτοὺς ἔτρεξε, ἐπῆρε ἕνα σφουγγάρι, τὸ ἐγέμισε μὲ ξύδι καὶ τὸ ἔβαλε σὲ ἕνα καλάμι καὶ τὸν ἐπότιζε. Οἱ ἄλλοι ἔλεγαν, «Ἄφησε, νὰ ἰδοῦμε ἐὰν θὰ ἔλθῃ ὁ Ἠλίας νὰ τὸν σώσῃ». Ἀλλ’ ὁ Ἰησοῦς, ἀφοῦ ἐφώναξε ἀκόμη μία φορὰ μὲ δυνατὴ φωνή, ἄφησε τὸ πνεῦμα του. Καὶ ἀμέσως τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθηκε σὲ δύο κομμάτια ἀπὸ ἐπάνω ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθηκε καὶ οἱ βράχοι ἐσχίσθησαν, καὶ τὰ μνήματα ἄνοιξαν καὶ πολλὰ σώματα τῶν πεθαμένων ἁγίων ἀναστήθηκαν. Καὶ ὅταν ἐβγῆκαν ἀπὸ τὰ μνήματα μετὰ τὴν ἀνάστασίν του, ἦλθαν εἰς τὴν ἁγίαν πόλιν καὶ παρουσιάσθησαν σὲ πολλούς. Ὅταν δὲ ὁ ἑκατόνταρχος καὶ ἐκεῖνοι ποὺ ἐφύλατταν μαζί του τὸν Ἰησοῦν, εἶδαν τὸν σεισμὸν καὶ ὅσα συνέβησαν, ἐφοβήθηκαν πολὺ καὶ ἔλεγαν, «Ἀλήθεια, αὐτὸς ἦτο Υἱὸς τοῦ Θεοῦ».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου