Τρίτη 17 Απριλίου 2018

Το Αποστολικό ανάγνωσμα της ημέρας


ΤΡΙΤΗ Β΄, ΕΒΔΟΜΑΔΟΣ 
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 4:1-10 
Ἐν ταῖς ἡμέραις ἐκείναις, λαλούντων τῶν Ἀποστόλων πρὸς τὸν λαὸν ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι, διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ ᾿Ιησοῦ τὴν ἀνάστασιν τῶν νεκρῶν· καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη. Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἀνδρῶν ὡσεὶ χιλιάδες πέντε. ᾿Εγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ πρεσβυτέρους καὶ γραμματεῖς εἰς ῾Ιερουσαλήμ, καὶ ῎Ανναν τὸν ἀρχιερέα καὶ Καῑάφαν καὶ ᾿Ιωάννην καὶ ᾿Αλέξανδρον καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ, καὶ στήσαντες αὐτοὺς ἐν τῷ μέσῳ ἐπυνθάνοντο· ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; τότε Πέτρος πλησθεὶς Πνεύματος ῾Αγίου εἶπε πρὸς αὐτούς· ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι τοῦ ᾿Ισραήλ, εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ ᾿Ισραὴλ ὅτι ἐν τῷ ὀνόματι ᾿Ιησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. 

Νεοελληνική απόδοση:
Ἐνῷ αὐτοὶ μιλοῦσαν εἰς τὸν λαόν, τοὺς ἐπλησίασαν οἱ ἱερεῖς, ὁ ἀξιωματικὸς τοῦ ναοῦ καὶ οἱ Σαδδουκαῖοι, ἀγανακτισμένοι, διότι ἐδίδασκαν τὸν λαὸν καὶ ἐκήρυτταν διὰ τοῦ Ἰησοῦ ἀνάστασιν τῶν νεκρῶν. Διὰ τοῦτο ἔβαλαν χέρια ἐπάνω τους καὶ τοὺς ἔθεσαν ὑπὸ περιορισμὸν μέχρι τῆς ἑπομένης, διότι ἦτο ἤδη ἑσπέρα. Πολλοὶ ὅμως ἀπὸ ἐκείνους ποὺ ἄκουσαν τὴν ὁμιλίαν τοῦ Πέτρου ἐπίστεψαν καὶ ὁ ἀριθμὸς τῶν ἀνδρῶν ἀνῆλθε περίπου σὲ πέντε χιλιάδες. Τὴν ἑπομένην ἡμέραν οἱ ἄρχοντές των καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς ἐμαζεύθηκαν εἰς τὴν Ἱερουσαλὴμ καὶ ἐπίσης ὁ Ἄννας ὁ ἀρχιερεύς, ὁ Καϊάφας, ὁ Ἰωάννης καὶ ὁ Ἀλέξανδρος καὶ ὅσοι κατήγοντο ἀπὸ γένος ἀρχιερατικόν. Τοὺς εἶπαν νὰ σταθοῦν εἰς τὸ μέσον καὶ τοὺς ἐρώτησαν, «Μὲ ποιὰν δύναμιν ἢ μὲ τὸ ὄνομα τίνος ἐκάνατε αὐτό;». Τότε ὁ Πέτρος, πληρωθεὶς ἀπὸ Πνεῦμα Ἅγιον, τοὺς εἶπε, «Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι τοῦ Ἰσραήλ, ἐὰν ἐμεῖς σήμερα ἀνακρινώμεθα γιὰ καλὸ ποὺ ἔγινε σὲ ἄνθρωπον ἀσθενῆ, καὶ γιὰ τὸ μέσον διὰ τοῦ ὁποίου αὐτὸς ἐθεραπεύθηκε, ἂς εἶναι γνωστὸν σ’ ἐσᾶς καὶ εἰς ὅλον τὸν λαὸν τοῦ Ἰσραήλ, ὅτι διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, τὸν ὁποῖον σεῖς ἐσταυρώσατε, τὸν ὁποῖον ὁ Θεὸς ἀνέστησε ἐκ νεκρῶν, διὰ τοῦ ὀνόματός του στέκεται ὁ ἄνθρωπος αὐτὸς ἐνώπιόν σας ὑγιής.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου